Friday, December 24, 2021

ΚΑΤΑΒΑΣΙΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

 


ΩΔΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

=====


Χριστὸς γεννᾶται· δοξάσατε. 

Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. 

Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. 

ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 

καὶ ἐν εὐφροσύνῃ, 

ἀνυμνήσατε λαοί· 

ὅτι δεδόξασται. 


Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς

γεννηθέντι ἀῤῥεύστως Υἱῷ, 

καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου

σαρκωθέντι ἀσπόρως, 

Χριστῷ τῷ Θεῷ βοήσωμεν· 

Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, 

Ἅγιος εἷ Κύριε. 


Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, 

καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, 

ἐκ τῆς Παρθένου ἀνεβλάστησας, 

ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος, 

ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, 

ὁ ἄυλος καὶ Θεός. 

Δόξα τῇ δυνάμει σου, Κύριε. 


Θεὸς ὢν εἰρήνης, 

Πατὴρ οἰκτιρμῶν, 

τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, 

εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· 

ὅθεν θεογνωσίας, 

πρὸς φῶς ὁδηγηθέντες, 

ἐκ νυκτός ὀρθρίζοντες, 

δοξολογοῦμέν σε Φιλάνθρωπε. 


4 comments:

  1. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
    Γένναν τὴν τοῦ Χριστοῦ, ἀπαύστως προσκυνοῦμεν, χορεῖαι ὀρθοδόξων, ψυχῶν τὴν σωτηρίαν, πιστῶς ἀπεκδεχόμενοι.

    Λόγον τὸν τοῦ Πατρός, ἀῤῥεύστως ἐξ αἱμάτων, τεχθέντα τῆς Παρθένου, καὶ μόνης Θεοτόκου, Χριστὸν δοξολογήσωμεν.

    Σάρκα ὁ δι' ἡμᾶς, λαβὼν ἐκ τῶν ἀχράντων, αἱμάτων τῆς Παρθένου, Θεοῦ Υἱὲ καὶ Λόγε, ἐλέησον τοὺς δούλους σου.

    Ἦχος δ´. Ἐπεφάνης σήμερον.
    Τοῦ Χριστοῦ τὴν γέννησιν, ἐν κατανύξει, προσκυνοῦμεν ἅπαντες, ἐν Ἐκκλησίαις οἱ πιστοί, ἀπεκδεχόμενοι ἄφεσιν, ἁμαρτημάτων, ψυχῶν δ' ἀπολύτρωσιν.

    ReplyDelete
  2. Καλά Χριστούγεννα Ιωάννη. Σε ευχαριστούμε για τα ψυχοφελη σου τροπάρια.

    ReplyDelete