Sunday, November 11, 2018

ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων Ζ΄


ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ
Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων

Ζ΄

Του π. Θεόδωρου Ζήση
=====

Παραθέτουμε ὁλόκληρο τὸ ἔγγραφο τῆς συνοδικῆς ἀπόφασης:

Συνοδικὴ ἀπόφασις ἐπὶ πατριάρχου Ἰσιδώρου (1347-1350) περὶ τῆς ἑνότητος τῆς μητροπόλεως Κιέβου καὶ πάσης Ρωσίας 1347.

"Ἡδύ τι καὶ ναυσιπόροις γαληνιῶν πέλαγος καὶ ἐπιπνέων ζέφυρος ἐξουσίας, ἡδὺ αὖ ὁμοίως κἀν τοῖς πολιτικοῖς πράγμασιν εὐνομία, εἰρήνη τε καὶ ὁμόνοια· ὡς γὰρ τοῖς οὕτω ναυτιλλομένοις χειμῶνος δηλαδὴ καὶ ζάλης καὶ τρικυμίας χωρὶς οὐκ ἐν ἀμφιβόλοις ἡ σωτηρία, καὶ τὸ σκάφος εὐχερῶς εἰς λιμένα κατάγεται, οὕτω δὴ καὶ τοῖς ἐν εὐνομίᾳ ζῶσί τε καὶ πολιτευομένοις. Σωτήριος γὰρ αὐτοῖς ὁ βίος, ὅσῳ καὶ ἀπείρατος τῶν τῆς συγχύσεως χαλεπῶν. Σύγχυσις γὰρ τὸ μέγιστον τῶν ἐν βίῳ δεινῶν, ἐπειδὴ καὶ φύσις αὐτῇ, ἄνω τε καὶ κάτω πάντα ποιεῖν καὶ ἀναμὶξ θεῖά τε ὁμοῦ συγκυκᾶν καὶ ἀνθρώπινα πράγματα, καὶ τοῦτο ἴδῃ τις ἂν τοῖς ἤδη ῥηθησομένοις. Τὸ γὰρ ἔθνος τῶν ῾Ρώσων, χρόνος ἤδη μακρός, εἰς τετρακοσίους ἐγγὺς ἐξήκων, ἕνα μητροπολίτην γνωρίζον, τὸν κατὰ καιροὺς τὴν Κυγέβου λαχόντα μητρόπολιν, βαθείας ἀπολαῦον ἦν τῆς μετ᾽ ἀλλήλων εἰρήνης, εἴ τι που καὶ τοῦ δέοντος ἐκτραπείη, οἶα φιλεῖ γίγνεσθαι, ἐπαναγόμενον ὑπ᾽ αὐτοῦ καὶ διορθούμενον εὐχερῶς. Ὁ μέντοι παραχωρήσει θεοῦ διὰ πλῆθος ἁμαρτιῶν ἐπισυμβὰς πρὸ ὁλίγου καιρὸς τῆς συγχύσεως καὶ τὴν τοιαύτην τοῦ ἔθνους κατάστασιν ἀνέτρεψε καὶ συνέχεε, καὶ μικροῦ δεῖν διὰ μάχας σφισὶ καὶ πολέμους ἐμφυλίους κεκίνηκε· καὶ ὁ μὲν τοιοῦτος καιρὸς τοιαῦτα οἰκεῖα πάντως ἑαυτῷ ποιῶν, ὁ ἐκ θεοῦ δὲ τὸ βασιλεύειν κλῆρον λαχὼν δίκαιον ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, ἐν οἷς ἅπαντα τοὺς πρὸ αὐτοῦ σχεδὸν ὑπερήλασε βασιλέας, κράτιστος καὶ ἅγιός μου αὐτοκράτωρ, γνωρισθέντος τοῦ πράγματος τῷ ἐνθέῳ κράτει τῆς αὐτοῦ βασιλείας ἐξ ἡμῶν τε αὐτῶν καὶ τῆς περὶ ἡμᾶς ἱερᾶς καὶ θείας συνόδου καὶ ἅμα, ἐξ ὧν ἔλεγε καὶ ἐδεῖτο τὰ ἐκεῖθεν καταπεμφθέντα γράμματα τοῦ τε ἱερωτάτου μητροπολίτου Κυγέβου, ὑπερτίμου καὶ ἐξάρχου πάσης ῾Ρωσίας, ἐν ἁγίῳ πνεύματι ἀγαπητοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ τῆς ἡμῶν μετριότητος, τοῦ τε εὐγενεστάτου ῥηγὸς πάσης ῾Ρωσίας καὶ περιποθήτου ἀνεψιοῦ τοῦ κρατίστου καὶ ἁγίου μας αὐτοκράτορος, κῦρ Συμεών, καὶ τῶν ἄλλων ῥηγῶν, ἃ καὶ συνοδικῶς ἡμῖν εἰς ἐπήκοον ἀνεγνώσθησαν, εὐδόκησε σεπτὸν ἀπολυθῆναι χρυσόβουλλον, ἐπ᾽ αὐτῶν ἔχον τῶν λέξεων οὑτωσί: «ἐπεὶ αἱ κατὰ τὸν τόπον τῆς Μικρᾶς ῾Ρωσίας τὸν ἐπικεκλημένον Βουλούνιον εὑρισκόμεναι ἁγιώταται ἐπισκοπαί, ἣ τε Γάλλιτζα, τὸ Βολοδίμηρον, τὸ Χόλμιν, τὸ Περεμίσθλιν, τὸ Λουτζικὸν καὶ τὸ Τούροβον, ὑπέκειντο, ἀφ᾽ ὅτου τὸ τῶν ῾Ρώσων ἔθνος Χριστοῦ χάριτι τὴν θεογνωσίαν ἐδέξαντο, εἰς τὴν ἁγιωτάτην μητρόπολιν Κυγέβου, ἣν διέπει ἀρτίως ὁ κατ᾽ αὐτὴν ἱερώτατος μητροπολίτης, ὑπέρτιμος καὶ ἔξαρχος πάσης ῾Ρωσίας, κῦρ Θεόγνωστος, ὡς καὶ αἱ τῆς Μεγάλης ῾Ρωσίας ἁγιώταται ἐπισκοπαί, κατὰ τὸν πρὸ ὀλίγου δὲ γεγονότα καιρὸν τῆς συγχύσεως, σύνδρομον τὸν τοιοῦτον εὑρόντες καιρὸν οἵ τε τὰ τῆς βασιλείας πράγματα διοικοῦντες, ἀλλὰ δὴ καὶ ὁ τῆς ἐκκλησίας παρὰ τὸ εἰκὸς προϊστάμενος, μηδὲν ἕτερον σπουδάζοντες ἢ τὸ τὰς οἰκείας ὀρέξεις πληροῦν καὶ διὰ ταύτας τὴν τῶν κοινῶν καὶ ἐκκλησιαστικῶν πραγμάτων κατάστασιν εἰς ἀταξίαν μετασκευάσαντες καὶ πάντα σχεδὸν ἀνατρέψαντες καὶ συγχέαντες καὶ ταῖς τῶν χριστιανῶν ψυχαῖς τε καὶ σώμασι πᾶσαν καὶ παντοίαν βλάβην προξενήσαντες καὶ ζημίαν καὶ καινοτομίαν κἀν τούτῳ ποιούμενοι, ἀπέσπασαν ἀπὸ ταύτης δὴ τῆς ἁγιωτάτης μητροπόλεως Κυγέβου τὰς ῥηθείσας τῆς Μικρᾶς ῾Ρωσίας ἐπισκοπὰς καὶ ὑπὸ τὸν ἀρχιερέα Γαλλίτζης ὑποκεῖσθαι, προβιβάσαντες αὐτὸν ἀπὸ ἐπισκόπου εἰς μητροπολίτην, ὃ δὴ καὶ γέγονε μὲν εἰς κατάλυσιν τῶν ἐκ παλαιοῦ νενομισμένων ἐθίμων εἰς τὴν τοιαύτην χώραν τῆς πάσης ῾Ρωσίας, ἔδοξε βαρὺ καὶ ἐπαχθὲς καὶ εἰς τοὺς ἐν αὐτῇ πάντας χριστιανούς, μὴ ἀνασχομένους ὑπὸ δυσὶ μητροπολίταις ποιμαίνεσθαι, ἀλλὰ βουλομένους ἀσάλευτον καὶ ἀμετακίνητον μένειν τήν, ἣν εἶχον ἐκ παλαιοῦ συνήθειαν, ὡς δεδήλωται, καὶ πάντα τρόπον κινοῦντας εἰς τὴν τῆς τοιαύτης καινοτομίας κατάλυσιν, καθὼς καὶ ἐν ἄλλοις καιροῖς ἐπεχειρήθη μὲν ἡ τοιαύτη καινοτομία γίνεσθαι, κατελύθη δὲ καὶ ἀνετράπη ἅμα τῷ γεγονέναι, μὴ ἀνασχομένων, ὡς εἴρηται, τῶν ἐκεῖσε χριστιανῶν τὸ τοιοῦτον αὐτῶν ἔθος ἀθετηθῆναι. Ἀνηνέχθη δὲ τὰ περὶ τούτου ἀρτίως εἰς τὴν βασιλείαν μου παρὰ τοῦ εὐγενεστάτου μεγάλου ῥηγὸς ῾Ρωσίας καὶ περιποθήτου ἀνεψιοῦ τῆς βασιλείας μου, κῦρ Συμεών, καὶ ἐζητήθη μετὰ παρακλήσεως αὐτοῦ τε καὶ τῶν ἄλλων ἐκεῖσε ῥηγῶν, ὥστε ἀποκαταστῆναι καὶ αὖθις διὰ χρυσοβούλλου τῆς βασιλείας μου τὰς τοιαύτας ἐπισκοπὰς ὑπὸ τὴν ῥηθεῖσαν ἁγιωτάτην μητρόπολιν Κυγέβου, ὡς καὶ τὸ πρότερον, ἡ βασιλεία μου τὴν τοιαύτην αὐτοῦ ζήτησιν δικαίαν καὶ εὔλογον κρίνασα διά τε τὸ ῥηθὲν καὶ ἄνωθεν μέχρι νῦν κρατῆσαι ἐκκλησιαστικὸν ἔθος, ἔτι δὲ καὶ διὰ τὸ περιὸν τῆς ἀρετῆς τε καὶ θεαρέστου πολιτείας αὐτοῦ δὴ τοῦ διαληφθέντος ἱερωτάτου μητροπολίτου Κυγέβου, ὑπερτίμου καὶ ἐξάρχου πάσης ῾Ρωσίας, τὸν παρόντα χρυσόβουλλον λόγον ἀπολύουσα εὐδοκεῖ καὶ προστάσσει καὶ διορίζεται ὑποκεῖσθαι καὶ αὖθις τῇ ῥηθείσῃ ἁγιωτάτῃ μητροπόλει Κυγέβου τὰς κατὰ τὴν εἰρημένην Μικρὰν ῾Ρωσίαν ἁγιωτάτας ἐποσκοπάς, τήν τε Γάλλιτζαν, τὸ Βολοδίμηρον, τὸ Χόλμιν, τὸ Περεμίσθλιν, τὸ Λουτζικὸν καὶ τὸ Τούροβον, αἵτινες παρὰ τὸ εἰκὸς τῷ Γαλλίτζης ἐδόθησαν, ὡς δεδήλωται, κατὰ τὸν ῥηθένται καιρὸν τῆς συγχύσεως, καὶ τὸν ἐν αὐτῇ τῇ ἁγιωτάτῃ μητροπόλει Κυγέβου ἀρχιερατικῶς διαπρέποντα ποιεῖν ἐν αὐταῖς, ὅσα καὶ οἱ θεῖοι καὶ ἱεροὶ κανόνες τοὺς μητροπολίτας ἐν ταῖς ὑπ᾽ αὐταῖς οἱ προγεγονότες μητροπολῖται καὶ αὐτὸς οὗτος ὁ διαληφθεὶς ἱερώτατος μητροπολίτης Κυγέβου ἐτέλει, χειροτονῶν καὶ ἐγκαθιστῶν ἐν αὐταῖς ἐπισκόπους καὶ τὰ κατ᾽ αὐτοὺς ἀνακρίνων καὶ ἐξετάζων ἐπί τισιν ἐκκλησιαστικοῖς, εἰ δέοι, ζητήμασι καὶ τἆλλα ποιῶν, ὅσα τοῖς θείοις καὶ ἱεροῖς κανόσι νενόμισται, ὀφειλόντων καὶ τῶν κατὰ τὰς τοιαύτας ἁγιωτάτας ἐπισκο­πὰς θεοφιλεστάτων ἐπισκόπων ἔχειν εἰς αὐτὸν δὴ τὸν ἱερώτατον μητρο­πολίτην Κυγέβου, ὑπέρτιμον καὶ ἔξαρχον πάσης ῾Ρωσίας, κῦρ Θεόγνωστον καὶ τοὺς μετ᾽ αὐτὸν κατὰ καιροὺς ἐν αὐτῇ ἀρχιερατικῶς διαπρέ­ποντας τὴν προσήκουσαν εὐπείθειαν, ὅσα καὶ εἰς πρῶτον ἀρχιερέα τούτων, καὶ ὑπακούειν αὐτῷ, ἐφ᾽ οἷς ἂν ἔχοι λέγειν καὶ εἰσηγεῖσθαι αὐτοῖς, ἀφορῶσιν εἰς καταρτισμὸν τῶν ἐκεῖσε χριστιανῶν καὶ εἰς ἑτέραν ἐκκλησιαστικὴν καὶ κανονικὴν πολιτείαν καὶ κατάστασιν, ὅθεν καὶ τῇ ἰσχύι καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου ὑποκείσονται μὲν καὶ εἰς τὸ ἑξῆς αὗται δὴ αἱ ῥηθεῖσαι ἁγιώταται ἐπισκοπαὶ τῆς Μικρᾶς ῾Ρωσίας τῇ διαληφθείσῃ ἁγιωτάτῃ μητροπόλει Κυγέβου καὶ τῷ ταύτην ἀρχιερατικῶς διέποντι κατὰ τὸ παρὸν ἱερωτάτῳ μητροπολίτῃ, ὑπερτίμῳ καὶ ἐξάρχῳ πάσης ῾Ρωσίας, κῦρ Θεογνώστῳ, καὶ ὑπ᾽ αὐτοῦ τὰ κατ᾽ αὐτὰς ἐκκλησιαστικὰ ζητήματα, ὡς ἀνωτέρω δεδή­λωται, ἀνακριθήσονταί τε καὶ ἐξετασθήσονται, καὶ τῆς προσηκούσης διορθώσεως ἐπιτεύξονται, καὶ τὰ ἐν αὐταῖς ὀφειλόμενα πάντα καὶ νενομισμένα τελεῖσθαι διαπραχθήσονται, μετ᾽ αὐτὸν δὲ καὶ τοῖς κατὰ καιροὺς ἐν αὐτῇ ἀρχιερατικῶς διαπρέψουσι, καὶ ἡ τοιαύτη κατάστασις ἐς ἀεὶ διατηρηθήσεται, ὡς καὶ ἦν ἐξ ἔθους ἐκ παλαιοῦ, καθάπερ δεδήλωται, τὰς κατ᾽ αὐτοὺς ἁγιωτάτας ἐπισκοπὰς ὑφ᾽ ἕνα μητροπολί­την εὑρίσκεσθαι. Ἐπὶ τούτῳ γὰρ καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου ἐγένετο καὶ ἐπεχορη­γήθη τῷ μέρει τῆς ῥηθείσης ἁγιω­τάτης μητροπόλεως Κυγέβου εἰς τὴν περὶ τούτου ἀσφάλειαν, ἀπολυ­θεὶς κατὰ μῆνα αὔγουστον τῆς νῦν τρεχούσης πεντεκαιδεκάτης ἰνδι­κτιῶνος τοῦ ἐξακισχιλιοστοῦ ὀκτακοσιοστοῦ πεντηκοστοῦ πέμπτου ἔ­τους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος».

(Συνεχίζεται)

No comments:

Post a Comment