Monday, April 23, 2012

ΑΚΟΥΤΕ ΟΙΚΟΥΜΕΝΙΣΤΕΣ, ΑΙΡΕΤΙΚΟΙ, ΣΧΙΣΜΑΤΙΚΟΙ ΚΑΙ ΑΠΟΤΕΙΧΙΣΤΕΣ ΤΙ ΛΕΓΕΙ Ο ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ;


ΑΚΟΥΤΕ ΟΙΚΟΥΜΕΝΙΣΤΕΣ, ΑΙΡΕΤΙΚΟΙ, ΣΧΙΣΜΑΤΙΚΟΙ ΚΑΙ ΑΠΟΤΕΙΧΙΣΤΕΣ ΤΙ ΛΕΓΕΙ Ο ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ;

==============


Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφόν, καὶ τὴν εὐφροσύνην αὐτοῦ μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον.

Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ.


Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος.


Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι.


Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.


Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν.


Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι.


Οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι.


Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ.


Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν.


Μὴ γινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι.


Μὴ ἐνταῦθα κοινωνικοί, καὶ ἔξω ἐπίβουλοι»



(Δαμασκηνοῦ Ἰω., Ἱερὰ παράλληλα, P.G. 96, 509B-512Α).


No comments:

Post a Comment