ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΙΩΝ
========
Ἀπολυτίκιον. Ἦχος α΄.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ΄.
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Ἡ Ὑπακοή. Ἦχος πλ. β΄.
Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱ ἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν· ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶ τιμῶντες ὡς εὐεργέτην, διὰ παντὸς βοῶμεν αὐτῷ· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Κοντάκιον. Ἦχος πλ. β΄.
Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος, Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν παίδων ἀνύμνησιν, προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Μεγαλυνάριον.
Ἐπὶ πώλου ὄνου εἰς τὴν Σιών, εἰσῆλθες Σωτήρ μου, ὑπὸ παίδων καὶ τῶν βρεφῶν, αἰνούμενος Λόγε, τὸ Ὠσαννὰ βοώντων, εὐλογητὸς ὁ ἥκων, σῶσαι τὸν ἄνθρωπον.
ΠΗΓΗ:
Αναβάσεις
No comments:
Post a Comment