Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΛΑΖΑΡΟΥ
=========
Ἀπολυτίκιον. Ἦχος α΄.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς Ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.
Μεγαλυνάριον.
Ἤγειρας Σωτήρ μου ἐκ τῶν νεκρῶν, Λάζαρον σὸν φίλον, τετραήμερον ὡς Θεός· ὅθεν Ἰουδαίων, ἐξέστησαν οἱ δῆμοι, τῆς δόξης σου Σωτήρ μου, τὸ μεγαλούργημα.
No comments:
Post a Comment