Wednesday, April 20, 2011

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ


ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ

========


Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.


Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο· καὶ ἀνόμοις κριταῖς, σὲ τὸν Δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον· φεῦγε ἀκόραστον ψυχήν, τὴν διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.


Κοντάκιον. Ἦχος πλ. β΄. Τὰ ἄνω ζητῶν.


Τὸν ἄρτον λαβών, εἰς χεῖρας ὁ προδότης, κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει, τὴν τιμὴ τοῦ πλάσαντος, ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον· καὶ ἀδιόρθωτος ἔμεινεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.



ΠΗΓΗ:


Αναβάσεις

No comments:

Post a Comment