hits

Sunday, April 17, 2011

ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΝΥΜΦΙΟΥ


ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΝΥΜΦΙΟΥ

==========


Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.


Ἰδού ὁ Νυμφίος ἔρχεται, ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.


Κοντάκιον. Ἦχος πλ.δ΄. Ὡς ἀπαρχὰς της φύσεως.


Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν· καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε, ταῖς ἡδοναῖς μὴ δουλεύσας ἀντεδοξάζετο, παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.



ΠΗΓΗ:



Αναβάσεις

No comments:

Post a Comment