ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ
============
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὅτε οἱ ἔνδοξοι Μαθηταί,
ἐν τῷ νιπτῆρι τοῦ δείπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής,
φιλαργυρίαν νοσήσας ἐσκοτίζετο·
καὶ ἀνόμοις κριταῖς,
σὲ τὸν Δίκαιον Κριτὴν παραδίδωσι.
Βλέπε χρημάτων ἐραστά,
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον·
φεῦγε ἀκόραστον ψυχήν,
τὴν διδασκάλῳ τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός,
Κύριε δόξα σοι.
******
Κοντάκιον. Ἦχος πλ. β’. Τὰ ἄνω ζητῶν.
Τὸν ἄρτον λαβών,
εἰς χεῖρας ὁ προδότης,
κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει,
τὴν τιμὴ τοῦ πλάσαντος,
ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον·
καὶ ἀδιόρθωτος ἔμεινεν,
Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
No comments:
Post a Comment