Sunday, February 22, 2015

ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ


ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ
=====

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, 
πνεῦμα ἀργίας, 
περιεργείας, 
φιλαρχίας καὶ 
ἀργολογίας 
μή μοι δῶς.

Πνεῦμα δὲ σωφροσύνης, 
ταπεινοφροσύνης, 
ὑπομονῆς καὶ 
ἀγάπης, 
χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, 
δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, 
καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, 
ὅτι εὐλογητὸς εἶ, 
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No comments:

Post a Comment