Friday, December 25, 2015

ΧΡΙΣΤΟΥΓΕΝΝΑ



ΧΡΙΣΤΟΥΓΕΝΝΑ

Ὀκτώηχος, ἦχος β΄, Παρασκευή, Εἰρμός δ’ ὠδῆς
=====

«Ἐλήλυθας ἐκ Παρθένου, 
οὐ πρέσβυς, 
οὐκ Ἄγγελος, 
ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, 
καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· 
διὸ κραυγάζω σοι· 
Δόξα τῇ δυνάμει σου Κύριε».

*****

Δοξαστικὸ Ἐνάτης Ὥρας τῶν Χριστουγέννων, Ἦχος πλάγιος τοῦ Β'


Σήμερον γεννᾶται ἐκ Παρθένου, 
ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, 
ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, 
ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ’ ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, 
ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, 
ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, 
ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.

*****

(Στιχηρό ιδιόμελο Εσπερινού Χριστουγέννων, ήχος β΄)

Τι σοι προσενέγκωμεν Χριστέ

ότι ώφθης επί γης ως άνθρωπος δι’ ημάς,

έκαστον γαρ των υπό σου γενομένων κτισμάτων

την ευχαριστίαν σοι προσάγει.

οι Άγγελοι τον ύμνον.

οι ουρανοί τον αστέρα.

οι Μάγοι τα δώρα.

οι Ποιμένες το θαύμα.

η γη το σπήλαιον.

 η έρημος την φάτνην.

ημείς δε Μητέρα Παρθένον.

Ο προ αιώνων Θεός, ελέησον ημάς.

No comments:

Post a Comment