Saturday, January 9, 2016

ΑΠΑΝΤΗΣΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ ΤΟΥ 1895 ΠΡΟΣ ΤΟΝ ΠΑΠΑ ΛΕΟΝΤΑ ΙΓ΄ ΓΙΑ ΤΟ ΠΡΩΤΕΙΟ ΣΤΗΝ ΕΚΚΛΗΣΙΑ



ΑΠΑΝΤΗΣΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ ΤΟΥ 1895 ΠΡΟΣ ΤΟΝ ΠΑΠΑ ΛΕΟΝΤΑ ΙΓ΄ ΓΙΑ ΤΟ ΠΡΩΤΕΙΟ ΣΤΗΝ ΕΚΚΛΗΣΙΑ
=====

Ἑκάστη κατὰ μέρος αὐτοκέφαλος Ἐκκλησία ἔν τε τῇ Ἀνατολῇ καὶ τῇ Δύσει ἦν ὅλως ἀνεξάρτητος καὶ αὐτοδιοίκητος κατὰ τοὺς χρόνους τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων. Ὅπως δὲ οἱ ἐπίσκοποι τῶν αὐτοκεφάλων Ἐκκλησιῶν τῆς Ἀνατολῆς, οὕτω καὶ οἱ τῆς Ἀφρικῆς, τῆς Ἱσπανίας, τῶν Γαλλιῶν, τῆς Γερμανίας καὶ τῆς Βρεττανίας ἐκυβέρνων τὰ τῶν Ἐκκλησιῶν αὑτῶν ἕκαστοι διὰ τῶν ἰδίων τοπικῶν Συνόδων, οὐδὲν ἀναμίξεως δικαίωμα ἔχοντος τοῦ ἐπισκόπου ῾Ρώμης, ὅστις καὶ αὐτὸς ἐπίσης ὑπήγετο καὶ ὑπεῖκεν εἰς τὰς συνοδικὰς ἀποφάσεις. Ἐν σπουδαίοις δὲ ζητήμασι, δεομένοις τοῦ κύρους τῆς καθόλου Ἐκκλησίας, ἐγίνετο ἔκκλησις εἰς οἰκουμενικὴ Σύνοδον, ἥτις μόνη ἦν καὶ ἔστι τὸ ἀνώτατον ἐν τῇ καθόλου Ἐκκλησίᾳ κριτήριον. 

Τοιοῦτον ὑπῆρχε τὸ ἀρχαῖον τῆς Ἐκκλησίας πολίτευμα· οἱ δὲ ἐπίσκοποι ἦσαν ἀνεξάρτητοι ἀπ᾽ ἀλλήλων καὶ ἐλεύθεροι ὅλως ἐν τοῖς ἰδίοις ἕκαστος ὁρίοις, μόνον ταῖς συνοδικαῖς διατάξεσιν ὑπείκοντες, καὶ παρεκάθηντο ἴσοι πρὸς ἀλλήλους ἐν ταῖς συνόδοις· οὐδεὶς δὲ αὐτῶν διεξεδίκει ποτὲ μοναρχικὰ δικαιώματα ἐπὶ τῆς καθόλου Ἐκκλησίας. 

Εἰ δὲ ποτε φιλοδοξοῦντές τινες ἐπίσκοποι τῆς ῾Ρώμης ἤγειρον ὑπερφιάλους ἀξιώσεις ἀγνώστου ἐν τῇ Ἐκκλησίᾳ ἀπολυταρχίας, οἱ τοιοῦτοι προσηκόντως ἠλέγχθησαν καὶ ἐπετιμήθησαν. 

No comments:

Post a Comment