Sunday, December 24, 2017

ΥΜΝΟΙ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ



ΥΜΝΟΙ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
=====

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Ἡ Παρθένος σήμερον τόν Ὑπερούσιον τίκτει καί ἡ γῆ τό Σπήλαιον τῶ ἀπροσίτω προσάγει. Ἄγγελοι, μετά ποιμένων δοξολογοῦσι. Μάγοι δέ μετά ἀστέρος ὁδοιποροῦσι δι’ ἡμᾶς γάρ ἐγεννήθη Παιδίον νέον ὁ πρό αἰώνων Θεός.

Ἡ Γέννησίς σου Χριστέ ὁ Θεός ἡμῶν ἀνέτειλε τῶ κόσμω τό φῶς τό τῆς γνώσεως˙ ἐν αὐτῆ γάρ οἱ τοῖς ἄστροις λατρεύοντες ὑπό ἀστέρος ἐδιδάσκοντο σέ προσκυνεῖν τόν Ἥλιον τῆς δικαιοσύνης καί σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν Κύριε δόξα σοι.

Ἐπεσκέψατο ἡμᾶς ἐξ ὕψους ὁ Σωτήρ ἡμῶν ἀνατολή ἀνατολῶν καί οἱ ἐν σκότει καί σκιᾶ εὕρομεν τήν ἀλήθειαν καί γάρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

Τί σοί προσηνέγκωμεν Χριστέ ὁ Θεός, ὅτι ὥφθης ἐπί τῆς γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; Ἕκαστον τῶν ὑπό σοῦ γενομένων κτισμάτων τήν εὐχαριστίαν σοί προσάγει, οἱ ἄγγελοι τόν ὕμνον, οἱ οὐρανοί τόν ἀστέρα, οἱ μάγοι τά δῶρα, οἱ ποιμένες τό θαῦμα, ἡ γῆ τό σπήλαιον, ἡ ἔρημος τήν φάτνην, ἡμεῖς δέ μητἐραν Παρθένον. Ὁ πρό αἰώνων Θεός, ἐλέησον ἡμᾶς.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός˙ ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετά τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ὠδήν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῶ σήμερον ἐν Σπηλαίω τεχθέντι, ἐκ τῆς Παρθένου, καί Θεοτόκου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσε τό ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνω ἐγέννησα φησί, τοῦ τικτομένου τήν σύλληψιν μή διδαχθεῖσα. Ἄνανδρος εἰμί, καί πῶς τέξω υἱόν; ἄσπορον γονήν τίς ἑώρακεν; ὅπου Θεός δέ βούλεται, νικᾶται φύσεως τάξης, ὡς γέγραπται. Χριστός ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.
Ὁ οὐρανός καί ἡ γῆ σήμερον ἡνώθησαν τεχθέντος τοῦ Χριστοῦ. Σήμερον Θεός ἐπί γῆς παραγέγονε καί ἄνθρωπος εἰς οὐρανούς ἀναβέβηκε. Σήμερον ὁρᾶται σαρκί, ὁ φύσει ἀόρατος διά τόν ἄνθρωπον διά τοῦτο καί ἡμεῖς δοξολογοῦντες βοήσωμεν αὐτῶ Δόξα ἐν ὑψίστοις Θεῶ καί ἐπί γῆς εἰρήνη ἥν ἡμῖν ἐβράβευσεν ἡ παρουσία σου, Σωτήρ ἡμῶν δόξα σοι.

No comments:

Post a Comment