Wednesday, November 27, 2013

ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ




ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ
========

Ἦχος α´. 
Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον,
Πανελλήνων τὸ καύχημα,
τῆς Θεολογίας τὸν μύστην
καὶ Χριστοῦ φίλον γνήσιον,
Πορφύριον τιμήσωμεν, πιστοί,
τὸν πλήρη χαρισμάτων ἐκ παιδός.
Δαιμονῶντας γὰρ λυτροῦται,
καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας·
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ ἁγιάσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

No comments:

Post a Comment