Wednesday, November 14, 2018

ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων Ι΄


ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ
Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων

Ι΄

Του π. Θεόδωρου Ζήση
=====

Τὸ τρίτο γράμμα τοῦ αὐτοκράτορος ἀπευθύνεται πρὸς τὸν ἡγεμόνα τοῦ Βλαδι­μήρου Δημήτριον Λιούμπαρτ, στὸν ὁποῖο ἀνακοινώνει ἐπίσης τὴν ἀποκατάσταση τῆς ἑνότητος τῆς μητροπόλεως Κιέβου καὶ πάσης Ρωσίας (1347). Τοῦ γράφει ὅτι ἀπὸ τότε ποὺ ἐκχριστιανίσθηκαν οἱ Ρῶσοι, ἐπεκράτησε νὰ ὑπάγονται ὅλοι, καὶ οἱ κάτοικοι τῆς Μεγάλης καὶ οἱ κάτοικοι τῆς Μικρᾶς Ρωσίας, στὴν ἑνιαία μητρόπολη Ρωσίας, νὰ ἔχουν ἕνα μητροπολίτη ὁ ὁποῖος θὰ χειροτονεῖ τοὺς ἐπισκόπους ὅλων τῶν περιοχῶν. 

Ὅσοι ἐπεχείρησαν νὰ καταλύσουν αὐτὴν τὴν κατάσταση δὲν τὸ κατόρθωσαν. Ἀναφέρεται στὴν συνέχεια ὅτι, ἐνῶ ὁ ἀρχιε­ρεὺς τῆς Γαλλικίας ὤφει­λε νὰ λογοδοτήσει στὸν μητροπολίτη Κιέβου «ὑπέρτιμον καὶ ἔξαρχον πάσης Ρω­σίας, κῦρ Θεόγνωστον», παρέσυρε τὸν πατριάρχη Ἰωάννη Καλέκα, ὁ ὁποῖος λόγῳ κακογνωμίας ἔπραξε καὶ πολλὰ ἄλλα παράλογα καὶ ἔξω τῶν θείων καὶ ἱερῶν κανόνων, ἀλλὰ καὶ τοὺς πολιτικοὺς ἄρχοντες στὴν Κωνσταντινούπολη, οἱ ὁποῖοι δὲν ἔλαβαν ὑπ᾽ ὄψιν τὸ κοινὸν συμφέρον, ἀλλὰ τὶς δικές τους ὀρέξεις καὶ τὸν προήγαγαν σὲ μητροπολίτη Γαλλικίας. Τώρα ὅμως ἀποκαταστάθηκε ἡ τάξη καὶ παρακαλεῖ τὸν ἡγεμόνα, ὅπως μὲ εὐπείθεια καὶ σεβασμὸ δέχθηκαν τὸν μητροπο­λίτην Γαλλικίας, νὰ ἐπανέλθουν στὴν ὑποταγὴ τοῦ μητροπολίτου Κιέβου καὶ πάσης Ρωσίας. Παραθέτουμε ὁλόκληρο τὸ ἔγγραφο:

Γράμμα τοῦ αὐτοκράτορος Ἰωάννου Καντακουζηνοῦ πρὸς τὸν ἡγεμόνα τοῦ Βλαδιμήρου Δημήτριον Λιούμπαρτ περὶ τῆς ἑνότητος τῆς μητροπόλεως Κιέβου καὶ πάσης Ρωσίας 1347.

«Εὐγενέστατε ῥὴξ Βολοδιμήρου καὶ ἀνεψιὲ τῆς βασιλείας μου, κῦρ Δημήτριε Λούμπορτε. Οἶδας, ὅτι αὐτόθι ἔθιμον ἦν καὶ νενομισμένον, ἀφ᾽ ὅτου τὸ ἔθνος τῶν ῾Ρώσων ἐδέξατο τὴν θεογνωσίαν καὶ τῷ ἁγίῳ βαπτίσματι ἐφωτίσθη, ἵνα εὑρίσκηται εἰς πᾶσαν τὴν ῾Ρωσίαν, τήν τε Μεγάλην καὶ τὴν Μικράν, εἷς μητροπολίτης, ὁ Κυγέβου, καὶ χειροτονῇ ἐπισκόπους εἰς ὅλας τὰς ἁγιωτάτας ἐπισκοπάς, καὶ ἐὰν ἐπεχείρησάν τινες ποτε, ἵνα καταλύσωσι τὴν τοιαύτην κατάστασιν, ἀλλ᾽ οὐκ ἴσχυσαν εἰς τέλος ἀγαγεῖν τὴν ἑαυτῶν σπουδήν. Ἅμα γὰρ ἐγένετο ἡ κατάλυσις, καὶ ἅμα πάλιν κατέστη εἰς τὴν προτέραν κατάστασιν καὶ συνήθειαν, καθὼς γινώσκετε καὶ ὑμεῖς. Ἐλθὼν δὲ πρὸ ὀλίγου ἐνταῦθα ὁ ἀρχιερεὺς Γαλλίτζης, καίτοι γε λαλουμένων κατ᾽ αὐτοῦ αἰτιαμάτων, δι᾽ ἅπερ ὤφειλεν ἀποδοῦνται λόγον εἰς τὸν ἱερώτατον μητροπολίτην Κυγέβου, ὑπέρτιμον καὶ ἔξαρχον πάσης ῾Ρωσίας, κῦρ Θεόγνωστον, ὅμως σύνδρομον εὑρὼν τὸν γεγονότα ἐνταῦθα καιρὸν τῆς συγχύσεως καὶ ὑπελθὼν τὸν χρηματίσαντα πατριάρχην Κωνσταντινουπόλεως, ὅστις διὰ κακογνωμίας ἐφάνη καὶ ἄλλα πολλὰ τοιαῦτα ποιήσας παράλογα καὶ ἔξω τῶν θείων καὶ ἱερῶν κανόνων, σὺν αὐτῷ δὲ καὶ τοὺς τὴν βασιλείαν καὶ τὰ κοινὰ πράγματα κακῶς καὶ ἐπισφαλῶς διοικοῦντας, οἵτινες καὶ τῆς τοιαύτης συγχύσεως ἐγένοντο αἴτιοι διὰ τὸ μὴ τὸ κοινῇ συμφέρον ζητεῖν, ἀλλὰ μόνον τὸ τὰς οἰκείας ὀρέξεις πληροῦν, προεβιβάσθη ἀπὸ ἐπισκόπου εἰς μητροπολίτην, λαβὼν καὶ τὰς αὐτόθι εἰς τὴν Μικρὰν ῾Ρωσίαν εὑρισκομένας ἑτέρας ἁγιωτάτας ἐπισκοπὰς ἔχειν ὑφ᾽ ἑαυτόν. Νῦν γοῦν, ἐπεὶ εὐδόκησεν ὁ θεός, καὶ ἀποκατέστησαν καὶ αὖθις τὰ πράγματα εἰς τελείαν κατάστασιν, καὶ οὗτος μὲν ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως ἐξεβλήθη διὰ τὰς τοιαύτας αὐτοῦ παραλογίας καὶ διὰ τὸ παρὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας πολιτευθῆναι, ἐγένετο δὲ καὶ ἀποκατέστη ψήφῳ συνοδικῇ οἰκουμενικὸς πατριάρχης ὁ κριθεὶς εἰς τοῦτο ἄξιος καὶ ἁρμόδιος διὰ τὴν ἀρετὴν καὶ κατὰ θεὸν πολιτείαν αὐτοῦ, ἀνετράπησαν μὲν καὶ ἄλλα πολλά, ὅσα τοιαῦτα εἰργάσατο οὗτος δὴ ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως ἔξω τῶν θείων καὶ ἱερῶν κανόνων, ἐτάχθη δὲ καὶ αὖθις ὁρισμῷ τῆς βασιλείας μου καὶ συνοδικῇ διαγνώσει, ὑποκεῖσθαι καὶ αὖθις τὰς αὐτόθι ἁγιωτάτας ἐπισκοπάς, τήν τε Γάλλιτζαν καὶ τὰς λοιπάς, ὑπὸ τὴν ἁγιωτάτην μητρόπολιν Κυγέβου, ὡς καὶ τὸ πρότερον, αὐτὸς δὲ ὁ ἀρχιερεὺς Γαλλίτζης καταλαβεῖν ἐνταῦθα καὶ γενέσθαι εἰς αὐτὸν μετὰ ἐξετάσεως, ὅσον ἂν φανῇ ἁρμόδιον καὶ κανονικόν. Διὰ τοῦτο δηλοποιεῖ πρὸς σὲ τὰ περὶ τούτου ἡ βασιλεία μου, ἵνα συνδράμῃς καὶ ἐπιμεληθῇς εἰς τὴν ἀπεκβολὴν τοῦ τοιούτου ἀρχιερέως τοῦ Γαλλίτζης, ὥστε καταλαβεῖν αὐτὸν ἐνταῦθα, τὸν δὲ ἱερώτατον μητροπολίτην Κυγέβου, ὑπέρτιμον καὶ ἔξαρχον πάσης ῾Ρωσίας, δέξησθε ἀπὸ τοῦ νῦν ὡς γνήσιον καὶ ἔννομον μητροπολίτην, ποιεῖν εἰς ταύτας δὴ τὰς ἁγιωτά­τας ἐπισκοπὰς καὶ εἰς τοὺς κατ᾽ αὐτὰς θεφιλεστάτους ἐπισκόπους, ὅσον ἔνι καὶ κανονικόν, καὶ καθὼς ἐποίει καὶ πρότερον. Ἐπεὶ οὖν ὑμεῖς διὰ τὸν χριστιανισμόν, ὃν ἔχετε, καὶ τὴν εἰς θεὸν εὐσέβειαν, εὑρίσκεσθε καὶ εἰς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν εὐπειθεῖς καὶ ὑποτακτικοί, καὶ διὰ τοῦτο ἐστέρξατε, τοῦτο ἰδόντες, τὰ πρότερον γεγονότα ἐκκλησια­στικὰ γράμματα τὰ δηλοποιοῦνται εὑρίσκεσθαι τὸν ἀρχιερέα Γαλλίτζης μητροπολίτην, νῦν ἰδοὺ πάλιν δηλοποιούσης αὐτῆς τῆς τοῦ θεοῦ ἁγίας ἐκκλησίας, διοριζομένης δὲ καὶ τῆς βασιλείας μου, εὑρίσκεσθαι καὶ αὖθις τὸ πρᾶγμα, ὡς καὶ τὸ πρότερον, δέξασθε τοῦτο καὶ ὑμεῖς ἀσμέ­νως, καθὼς ἔνι δέον καὶ ὀφειλόμενον καὶ εἰς ψυχικὴν ὑμῶν ὠφέλειαν ἀφορῶν. Διὰ τοῦτο καὶ ἂς γένηται, καθὼς δηλοποιεῖ πρὸς ὑμᾶς ἡ βασιλεία μου.
Εἶχε καὶ δι᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς θείας χειρὸς τό· μηνὶ σεπτεμβρίῳ ἰνδ. α´».[12]

(Συνεχίζεται)

No comments:

Post a Comment