Friday, November 16, 2018

ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων ΙΒ΄


ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ
Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων

ΙΒ΄

Του π. Θεόδωρου Ζήση
=====

Λίγο ἀργότερα (1354) μὲ συνοδικὸ γράμμα ἐπικυρώνεται ἐπίσημα ἡ μεταφορὰ τῆς ἕδρας τῆς μητροπόλεως εἰς τὸ Βλαδιμήρ. Δικαιολογεῖται ὡς ἐπισυμβᾶσα «ὑπὸ τῆς τοῦ καιροῦ συγχύσεως καὶ ἀνωμαλίας», χωρὶς ὅμως αὐτὸ νὰ συνεπάγεται τὴν διαίρεση τῆς ἑνιαίας μητρόπολης· τὸ Κίεβο παραμένει ἱστορικὰ καὶ εἰς τὸν αἰώνα ὁ πρῶτος θρόνος τῆς Ἐκκλησίας τῆς Ρωσίας, καὶ ἐκφράζεται ἡ εὐχὴ νὰ ἐπανέλθει «εἰς τὴν ἀρχαίαν εὐδαιμονίαν τε καὶ κατάστασιν». Ἐπαινεῖται ὁ διάδοχος τοῦ Θεογνώστου μητροπολίτης Ἀλέξιος καὶ ἐπικρίνεται κάποιος Θεοδώρητος, ὁ ὁποῖος ἀποτυχὼν στὴν Κωνσταντινούπολη νὰ χειροτονηθεῖ μητροπολίτης Κιέβου, ἦλθε στὸ Τίρνοβο τῆς Βουλγαρίας καὶ χειροτονήθηκε ἀπὸ τὸν πατριάρχη Τιρνόβου μητροπολίτης Κιέβου. Αὐτὴ μάλιστα, ἡ ἐνέργεια χαρακτηρίζεται ὡς «ληστρικὴ καὶ τυραννική», ὅπως θὰ μποροῦσε κανεὶς κάλλιστα νὰ ὀνομάσει καὶ τὴν σημερινὴ εἰσπήδηση τοῦ πατριάρχου Βαρθολομαῖου σὲ ξένη δικαιοδοσία μὲ τὴν χορήγηση αὐτοκεφαλίας στὴν ἐκκλησία τῆς Οὐκρανίας, χρησιμοποιώντας καὶ τιμώντας σχισματικοὺς ἀρχιερεῖς. 

Γράφει τὸ κείμενο:
«Εἶχε μὲν ἡ ἁγιωτάτη μητρόπολις ῾Ρωσίας μετὰ καὶ τῶν ἄλλων κάστρων καὶ χωρῶν τῶν ὑπὸ τὴν ἐνορίαν ταύτης τελούντων καὶ τὸ ἐν τῇ Μικρῇ ῾Ρωσίᾳ κάστρον, τὸ Κύεβον ἐπονομαζόμενον, ἐν ᾧ ἦν ἄνωθεν ἡ καθολικὴ ἐκκλησία τῆς μητροπόλεως, ηὑρίσκοντο δὲ καὶ οἱ ἱερώτατοι ἀρχιερεῖς ῾Ρωσίας τὴν οἴκησιν ποιούμενοι ἐν αὐτῇ· ἐπεὶ δὲ ὑπὸ τῆς τοῦ καιροῦ συγχύσεως καὶ ἀνωμαλίας καὶ τῆς τῶν γειτονούντων Ἀλαμάνων διενῆς ἐπιθέσεως ἐφθάρη, καὶ εἰς στενοχωρίαν κατήντησε, κἀντεῦθεν οἱ προϊστάμενοι ἀρχιερατικῶς τῆς ῾Ρωσίας, μὴ τὴν ἀνήκουσαν καὶ ὀφειλομένην αὐτοῖς κυβέρνησιν ἔχοντες, παρὰ πολὺ δὲ λειπομένην τῆς προτέρας, ἐπεὶ οὐδὲ τῆς τῶν ἀναγκαίων ηὐπόρουν προσόδου, μετῴκη­σαν εἰς τὴν ἁγιωτάτην αὐτῆς ἐπισκοπὴν Βλανδιμήρου, ἱκανὴν οὖσαν παρέχειν αὐτοῖς καταμονὴν καὶ ἀνάπαυσιν πάντων τῶν χρειωδῶν, μετῴκησαν δὲ ἐν αὐτῇ τοῦτον τὸν τρόπον ὅ τε ἱερώτατος μητροπολίτης ῾Ρωσίας, κῦρ Θεόγνωστος ἐκεῖνος, καὶ πρὸ αὐτοῦ ἕτεροι δύο, ἐπισκεπτόμενοι μέν, ὅσον εἰκός, καὶ τὸ Κύεβον καὶ τούτῳ τὴν προτίμησιν ἀπονέμοντες διὰ τὸ ἐκεῖσε, ὡς δεδήλωται, εἶναι τὸν θρόνον ἄνωθεν τῆς μητροπόλεως, οἰκοῦντες δὲ καὶ διατρίβοντες καὶ τὴν αὐτῶν πᾶσαν προμήθειαν καὶ ἀνάπαυσιν ποριζόμενοι ἐκ τοῦ Βλαντιμήρου· μαρτυρεῖ τοῦτο καὶ τὸ μὴ γεγονέναι ἐφ᾽ ἱκανοῖς χρόνοις ἐπίσκοπον, ὡς τοῦ μητροπολίτου ἰδιοποιησαμένου καὶ κατασχόντος αὐτήν· ἀλλ᾽ ὁ νῦν προβιβασθεὶς ψήφῳ καὶ ἐκλογῇ τῆς ἡμῶν μετριότητος καὶ τῆς περὶ αὐτὴν ἱερᾶς καὶ θείας συνόδου ἱερώτατος μητροπολίτης πάσης ῾Ρωσίας, ἀγαπητὸς κατὰ κύριον ἀδελφὸς τῆς ἡμῶν μετριότητος καὶ συλλειτουργός, ἀγαθὸς ὢν ἀνὴρ καὶ ὑποταγῆς εἰδὼς νόμους, συνῆν τῷ διαληφθέντι ἀρχιερεῖς, κῦρ Θεογνώστῳ ἐκείνῳ διακυβερνῶν καὶ ὑπανέχων αὐτὸν γήρᾳ κάμνοντα καὶ ἀσθενείᾳ περιπεσόντα δεινῇ καὶ τῶν δικαίων τῆς ἐκκλησίας προσταγῇ καὶ θελήσει ἐκείνου καλῶς ἀντιλαμβανόμενος, ὅθεν καὶ κατανοήσας ἐκεῖνος αὐτὸν ἱκανὸν ὄντα ψυχῶν προστασίαν ἀνεγχειρισθῆναι, ἐπίσκοπον Βλαντιμήρου πρὸς τῷ τέλει τοῦ ἑαυτοῦ βίου κεχειροτόνηκε, καὶ πρὸς τὴν ἡμῶν μετριότητα καὶ τὴν ἱερὰν σύνοδον ἔγραψε καὶ ἐμαρτύρησε καὶ ἠξίωσε προβιβασθῆναι εἰς τὸν θρόνον Κυέβου καὶ πάσης ῾Ρωσίας, ὃς δὴ καὶ μετὰ θάνατον ἐκείνου, προκριθεὶς παρ᾽ αὐτοῦ πρότερον, ὡς εἴρηται, παρά τε τοῦ εὐγενεστάτου μεγάλου ῥηγός, ἐν ἁγίῳ πνεύματι ἀγαπητοῦ υἱοῦ τῆς ἡμῶν μετριότητος, κῦρ Ἰωάννου, καὶ ἑτέρων ῥηγάδων, τῶν κληρικῶν τε καὶ παντὸς τοῦ ἐκεῖσε χριστωνύμου λαοῦ εἰς τὴν ἀρχιερατικὴν προστασίαν αὐτῶν, καὶ ἐλθὼν εἰς τὴν ἡμῶν μετριότητα καὶ τὴν θείαν καὶ ἱερὰν σύνοδον καὶ ψηφισθεὶς καὶ ἐκλεγεὶς καὶ προβιβασθεὶς εἰς μητροπολίτην Κυέβου καὶ πάσης ῾Ρωσίας, εὐδοκίᾳ τοῦ κρατίστου καὶ ἁγίου μου αὐτοκράτορος, ἐκίνησε καὶ τὸν περὶ τούτου λόγον συνοδικῶς πρὸς τὴν ἡμῶν μετριότητα, ὅπως δηλονότι ἐφθάρη καὶ εἰς στενοχωρίαν κατὰ τὸν ἀναγεγραμμέον τρόπον κατήντησε καὶ οὐδὲ ἱκανόν ἐστι κατάντημα τοῦ ἀρχιερέως τὸ Κύεβον, ὅπως δὲ ὁ Θεοδώρητος παρανόμως ἀπελθὼν εἰς τὸν Τύρναβον καὶ παρὰ τοὺς ἱεροὺς κανόνας εἰληφὼς παράνομον χειροτονίαν ἐκεῖσε, καθαιρεθεὶς δὲ καὶ ἀφορισθεὶς παρὰ τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ληστρικῶς ἅμα καὶ τυραννικῶς ἀντιποιεῖται τοῦ Κυέβου, καὶ εὑρίσκεται, ἐν αὐτῷ. Ἡ γοῦν μετριότης ἡμῶν, συνδιασκεψαμένη τοῖς περὶ αὐτὴν ἱερωτάτοις ἀρχιερεῦσιν, ἀγαπητοῖς κατὰ Kύριον ἀδελφοῖς τῆς ἡμῶν μετριότητος καὶ συλλειτουργοῖς, ἐπεὶ πολλαχόθεν ἐγνώρισεν, ὡς οὐκ ἔστιν ἑτέρα καταμονὴ καὶ ἀνάπαυσις καὶ κατάντημα τῇ ἁγιωτάτῃ μητροπόλει ῾Ρωσίας διὰ τὰς προειρημένας αἰτίας, εἰ μὴ τὸ Βλαντίμηρον, ἐν ᾧ ηὑρίσκοντο καὶ οἱ πρὸ αὐτοῦ μητροπολῖται ῾Ρωσίας, ἔνι δὲ τῶν ἀναγκαιοτάτων πάνυ γε καὶ ὀφειλομένων ἀποκαταστῆναι τὸν ἀρχιερέα διὰ συνοδικῆς πράξεως, ἔνθα δὴ εὑρίσκεσθαι ἀπολαύοντα τῆς ἱκανῆς προμηθείας καὶ κυβερνήσεως, ἐν ἁγίῳ παρακελεύεται πνεύματι διὰ τοῦ παρόντος συνοδικοῦ γράμματος, εἶναι καὶ εὑρίσκεσθαι τόν τε ἱερώτατον μητροπολίτην ῾Ρωσίας καὶ τοὺς μετ᾽ αὐτὸν πάντας ἐν τῷ Βλαντιμήρῳ καὶ ἔχειν τοῦτο ὡς οἰκεῖον κάθισμα ἀναφαιρέτως καὶ ἀναποσπάστως εἰς αἰῶνα τὸν ἅπαντα, καὶ ἔνι μὲν καὶ τὸ Κύεβον ὡς οἰκεῖος θρόνος καὶ πρῶτον κάθισμα τοῦ ἀρχιερέως, ἐὰν περισώζηται, μετ᾽ ἐκεῖνο καὶ σὺν ἐκείνῳ δεύτερον κάθισμα καὶ καταμονὴ καὶ ἀνάπαυσις ἡ ἁγιωτάτη ἐπισκοπὴ Βλαντιμήρου, ἐν ᾗ ἀκωλύτως, ὁπηνίκα δεήσει, ἐνεργήσει ὁ μητροπολίτης ῾Ρωσίας σφραγῖδάς τε ἀναγνωστῶν καὶ ὑποδιακόνων καὶ διακόνων προβιβασμοὺς καὶ χειροτονίας ἱερέων καὶ τὰ ἄλλα, ὅσα κανονικῶς ἐφεῖται καὶ τῷ γνησίῳ ἀρχιερεῖ, ἄνευ τῆς τοῦ ἱεροῦ συνθρόνου ἐγκαθιδρύσεως, ἀλλὰ καὶ εἴπερ βοηθείᾳ Θεοῦ ἐπανέλθοι τὸ Κύεβον εἰς τὴν ἀρχαίαν εὐδαιμονίαν τε καὶ κατάστασιν ἐξωσθῇ δὲ καὶ ὁ καθαιρεθεὶς Θεοδώρητος, ὥστε εἶναι δυνατὸν ἔχειν τινὰ ἐν αὐτῷ τὸν ἀρχιερέα ἀνάπαυσιν, οὐδὲ οὕτως ἐκσπασθήσεται τὸ Βλαντίμηρον τοῦ μὴ προσεῖναι ὡς οἰκεῖον κάθισμα τοῖς μητροπολίταις τῆς ῾Ρωσίας, ἀλλ᾽ ἔσται μέν, ὡς δεδήλωται, τὸ Κύεβον θρόνος καὶ πρῶτον κάθισμα τοῦ...»[14].

Γιὰ τὸν ἐν λόγῳ Θεοδώρητο ποὺ εἰσπήδησε ληστρικῶς καὶ τυραννικῶς σὲ ξένη δικαιοδοσία, χειροτονηθεὶς στὸ Τίρνοβο τῆς Βουλγαρίας, ὑπάρχει γράμμα τοῦ πατριάρχου ἁγίου Φιλοθέου Κοκκίνου, κατὰ τὴν πρώτη πατριαρχία του (1353-1354), πρὸς τὸν ἐπίσκοπο Νόβγοροδ, μὲ τὸ ὁποῖο τοῦ συνιστᾶ, νὰ μὴ δεχθεῖ σὲ κοινωνία τὸν Θεοδώρητο, τὸν ὁποῖο καθήρεσε ἡ σύνοδος βάσει τῶν Ἱερῶν Κανόνων. Ὅποιος τὸν δέχεται θὰ καταδικασθεῖ μὲ τὴν ἴδια ποινή, διότι ὁ κανὼν λέγει ὅτι αὐτὸς ποὺ κοινωνεῖ μὲ ἀκοινώνητο καθίσταται καὶ αὐτὸς ἀκοινώνητος. Δυστυχῶς ὁ ἴδιος κανὼν ἰσχύει καὶ γιὰ τοὺς ἀρχιερεῖς τῆς Κωνσταντινούπολης, ποὺ κοινωνοῦν μὲ τοὺς καθηρημένους σχισματικοὺς τῆς Οὐκρανίας Φιλάρετο καὶ Μακάριο. Γράφει τὸ κείμενο τοῦ πατριάρχου Φιλοθέου Κοκκίνου: «Πρόσεχε γοῦν ἵνα οὐδὲν παραδέξη ποσῶς τὸν τοιοῦτον Θεοδώρητον, ὡς ἀν μὴ ὑποπέσῃς καὶ σὺ εἰς τὴν καταδίκην, εἰς ἣν ἔνι καὶ ὁ Θεοδώρητος· λέγει γὰρ ὁ κανών, ὅτι ὁ ἀκοινωνήτῳ κοινωνῶν καὶ αὐτὸς ἀκοινώνητος ἔστω»[15].

(Συνεχίζεται)

No comments:

Post a Comment