ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Απολυτίκιον
Ἦχος δ΄
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον,
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις
ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται,
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν,
Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
No comments:
Post a Comment