hits

Thursday, August 5, 2010

Ο ΥΜΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ


Ο ΥΜΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ


Αποστόλου Παύλου

===========

Εάν ταις γλώσσαις των ανθρώπων λαλώ και των αγγέλων, αγάπην δε μη έχω, γέγονα χαλκός ηχών ή κύμβαλον αλαλάζον.

Και αν έχω προφητείαν και ειδώ τα μυστήρια πάντα και πάσαν την γνώσιν, και εάν έχω πάσαν την πίστιν, ώστε όρη μεθιστάνειν, αγάπην δε μη έχω, ουδέν ειμί.

Και εάν ψωμίσω πάντα τα υπάρχοντά μου, και εάν παραδώ το σώμα ίνα καυθήσωμαι, αγάπην δε μη έχω, ουδέν ωφελούμαι.

Η αγάπη μακροθυμεί, χρηστεύεται, η αγάπη ου ζηλοί, η αγάπη ου περπερεύεται, ου φυσιούται.

Ουκ ασχημονεί, ου ζητεί τα εαυτής, ου παροξύνεται, ου λογίζεται το κακόν.

Ου χαίρει επί τη αδικία, συγχαίρει δε τη αληθεία,

Πάντα στέγει, πάντα πιστεύει, πάντα ελπίζει, πάντα υπομένει.

Η αγάπη ουδέποτε εκπίπτει, είτε δε προφητείαι, καταργηθήσονται, είτε γλώσσαι, παύσονται, είτε γνώσις, καταργηθήσεται.


Νυνί δε μένει πίστις, ελπίς, αγάπη, τα τρία ταύτα, μείζων δε τούτων η αγάπη.

(Α Κορ. ιγ' 1-8, 13)



ΠΗΓΗ:


Ιερά Μονή Παντοκράτορος Μελισσοχωρίου

No comments:

Post a Comment