ΥΜΝΟΛΟΓΙΑ ΓΙΑ ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
=====
Ἀπολυτίκιον
Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε,
χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ,
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἡμῶν,
καὶ λύσας τὴν κατάραν,
ἔδωκε τὴν εὐλογίαν,
καὶ καταργήσας τὸν θάνατον,
ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Κοντάκιον
Ἦχος δ΄. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,
καὶ Ἀδὰμ καὶ Εὔα,
ἐκ τῆς φθορᾶς τοῦ θανάτου,
ἠλευθερώθησαν, Ἄχραντε,
ἐν τῇ ἁγίᾳ γεννήσει σου,
αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,
ἐνοχῆς τῶν πταισμάτων,
λυτρωθεὶς ἐν τῷ κράζειν σοι·
Ἡ Στεῖρα τίκτει τὴν Θεοτόκον,
καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος
Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός,
τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης,
εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε,
καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ·
ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει,
ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει·
ἀλλὰ μετὰ χαράς,
ἡ στεῖρα τίκτει τὴν Θεοτόκον,
καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
No comments:
Post a Comment