Sunday, February 26, 2017

ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ


ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ
=====


Εἰς τοὺς Αἴνους, ψάλλομεν τὰ Ἰδιόμελα·
Ἦχος πλ. α’.

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, 
ὅτι ὄφις καὶ γυνή, 
θεϊκῆς παρρησίας με ἔξωσαν, 
καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἠλλοτρίωσεν. 
Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, 
ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, 
νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, 
καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, 
τῆς νεκρώσεως τὴν δοράν, 
ὡς θνητὸς ἐλεεινῶς περιφέρω. 
Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; 
Ἀλλὰ σὺ Φιλάνθρωπε, 
ὁ ἐκ γῆς δημιουργήσας με, 
εὐσπλαγχνίαν φορέσας, 
τῆς δουλείας τοῦ ἐχθροῦ, 
ἀνακάλεσαι καὶ σῷσόν με.

Ἦχος πλ. α’.

Τὸ στάδιον τῶν ἀρετῶν ἠνέωκται, 
οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, 
ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα, 
οἱ γὰρ νομίμως ἀθλοῦντες, 
δικαίως στεφανοῦνται, 
καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, 
τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, 
ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν Πίστιν, 
καὶ ὡς θώρακα τὴν προσευχήν, 
καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, 
ἀντὶ μαχαίρας τὴν νηστείαν, 
ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. 
Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον,
 παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, 
ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

No comments:

Post a Comment