Saturday, February 12, 2022

ΚΑΛΟ ΚΑΙ ΕΥΛΟΓΗΜΕΝΟ ΤΡΙΩΔΙΟ ΚΑΙ ΚΑΛΗ ΜΕΤΑΝΟΙΑ


Κοντάκιον


Ἦχος γ'. Ἡ Παρθένος σήμερον.


Στεναγμοὺς προσοίσωμεν, τελωνικοὺς τῷ Κυρίῳ, 

καὶ αὐτῷ προσπέσωμεν, ἁμαρτωλοὶ ὡς Δεσπότῃ· 

θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων, 

ἄφεσιν παρέχει πᾶσι μετανοοῦσι· 

δι' ἡμᾶς γὰρ ἐσαρκώθη Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

Έτερον Κοντάκιον

Ἦχος δ’.

Φαρισαίου φύγωμεν ὑψηγορίαν, 

καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, 

πρὸς τὸν Σωτῆρα κραυγάζοντες· 

Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.


Οίκος

Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, 

στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν, 

ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, 

ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, 

τυχόντες ἀφέσεως· 

ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, 

ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν, 

ἐκεῖ ὀδύνη ἀπέδρα λύπη 

καὶ οἱ ἐκ βάθους στεναγμοί, 

ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ, 

ἧς ὁ Χριστός δημιουργός, 

Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

Κάθισμα

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ταπείνωσις ὕψωσε, κατῃσχυμμένον κακοῖς, 

Τελώνην στυγνάσαντα, 

καὶ τό, Ἱλάσθητι, 

τῷ Κτίστῃ βοήσαντα· 

ἔπαρσις δὲ καθεῖλεν, ἀπὸ δικαιοσύνης, 

δείλαιον Φαρισαῖον, μεγαλορρημονοῦντα· 

ζηλώσωμεν διὸ τὰ καλά, 

κακῶν ἀπεχόμενοι.



 

No comments:

Post a Comment