ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ
=======
Ἀπολυτίκιον. Ἦχος β΄.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἐπέθετο.
Κοντάκιον. Ἦχος πλ. β΄. Χειρόγραφον εἰκόνα.
Τὴν ἄβυσσον ὁ κλείσας νεκρὸς ὁρᾶται· καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ ἀθάνατος. Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσι πικρὸς καὶ ἐκβοῶσαι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἐφυπνώσας, ἀναστήσεται τριήμερος.
ΠΗΓΗ:
Αναβάσεις
No comments:
Post a Comment