Sunday, April 25, 2021

ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΑΙ



Ἦχος πλ. δ’

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται 

ἐν τῷ μέσῳ τῆς νυκτός, 

καὶ μακάριος ὁ δοῦλος, 

ὃν εὑρήσει γρηγοροῦντα, 

ἀνάξιος δὲ πάλιν, 

ὃν εὑρήσει ῥᾳθυμοῦντα. 

Βλέπε οὖν ψυχή μου, 

μὴ τῷ ὕπνῳ κατενεχθῇς, 

ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, 

καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, 

ἀλλὰ ἀνάνηψον κράζουσα. 

Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, 

προστασίαις τῶν ἀσωμάτων σῶσον ἡμᾶς.

No comments:

Post a Comment