ΜΝΗΜΗ ΤΗΣ ΕΞΟΡΙΑΣ ΤΩΝ ΠΡΩΤΩΤΟΠΛΑΣΤΩΝ ΑΠΟ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ
Κοντάκιον Αυτόμελον.
Ήχος πλ. β’
=====
Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ,
τῶν ἀφρόνων παιδευτά,
καὶ πτωχῶν ὑπερασπιστά,
στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα.
Σὺ δίδου μοι λόγον,
ὁ τοῦ Πατρός Λόγος,
ἰδοὺ γὰρ τὰ χείλη μου,
οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι·
Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
No comments:
Post a Comment