ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΥ
=====
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον
καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις·
ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται
καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται.
Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν·
χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
No comments:
Post a Comment