"ΕΠΙ ΤΟΥ ΟΡΟΥΣ ΜΕΤΕΜΟΡΦΩΘΗΣ"
======
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης,
καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου,
Χριστὲ ὁ Θεὸς ἐθεάσαντο,
ἵνα ὅταν σε ἴδωσι σταυρούμενον,
τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον,
τῷ δὲ κόσμῳ κηρύξωσιν,
ὅτι σὺ ὑπάρχεις ἀληθῶς,
τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
No comments:
Post a Comment