Εἴκοσιν καὶ πέντε καὶ ἑκατόν, ἔσωσας Παρίους, ἐκ τῆς μήνιος Γερμανῶν· σὺ γὰρ τὴν ψυχήν σου, ὑπὲρ τοῦ σοῦ ποιμνίου, τελείᾳ προαιρέσει, Ὅσιε ἔθηκας.Ἤθλησας νομίμως καὶ εὐσεβῶς· ὅθεν νῦν πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ πασῶν, ψυχῶν φιλοθέων, Φιλόθεε παμμάκαρ, Πακίων μέγα κλέος, Παρίων καύχημα.Φίλος ἀναδέδειξαι τοῦ Θεοῦ, καὶ πιστῶν προστάτης, δι' ἀγῶνος πνευματικοῦ, κρήνη ἰαμάτων, Φιλόθεε θεόπτα, σεπτὲ οὐρανοδρόμε, Πάρου ἀγλάισμα.Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.Ἄγγελον ἐν σαρκί, Φιλόθεον ὑμνοῦμεν, τῆς Πάρου τὸν προστάτην, θυσίας δὲ ἁγίας, τελείαν ὑποτύπωσιν.Φίλος ὢν τοῦ Θεοῦ, Φιλόθεε παμμάκαρ, αὐτὸν ἐν παῤῥησίᾳ, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν ἀνυμνούντων σε. Ἦχος δ´. Ἐπεφάνης σήμερον.Ἁμαρτίας ἔλεγχον, καὶ ἀσεβείας, ὀρθοδόξου δόγματος, καὶ παραδόσεως φρουρόν, τὸν θεοφόρον Φιλόθεον, ἐν ἐγκωμίοις, τιμήσωμεν ἅπαντες.
Εἴκοσιν καὶ πέντε καὶ ἑκατόν, ἔσωσας Παρίους, ἐκ τῆς μήνιος Γερμανῶν· σὺ γὰρ τὴν ψυχήν σου, ὑπὲρ τοῦ σοῦ ποιμνίου, τελείᾳ προαιρέσει, Ὅσιε ἔθηκας.
ReplyDeleteἬθλησας νομίμως καὶ εὐσεβῶς· ὅθεν νῦν πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ πασῶν, ψυχῶν φιλοθέων, Φιλόθεε παμμάκαρ, Πακίων μέγα κλέος, Παρίων καύχημα.
Φίλος ἀναδέδειξαι τοῦ Θεοῦ, καὶ πιστῶν προστάτης, δι' ἀγῶνος πνευματικοῦ, κρήνη ἰαμάτων, Φιλόθεε θεόπτα, σεπτὲ οὐρανοδρόμε, Πάρου ἀγλάισμα.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄγγελον ἐν σαρκί, Φιλόθεον ὑμνοῦμεν, τῆς Πάρου τὸν προστάτην, θυσίας δὲ ἁγίας, τελείαν ὑποτύπωσιν.
Φίλος ὢν τοῦ Θεοῦ, Φιλόθεε παμμάκαρ, αὐτὸν ἐν παῤῥησίᾳ, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἁμαρτίας ἔλεγχον, καὶ ἀσεβείας, ὀρθοδόξου δόγματος, καὶ παραδόσεως φρουρόν, τὸν θεοφόρον Φιλόθεον, ἐν ἐγκωμίοις, τιμήσωμεν ἅπαντες.