Ἀπολυτίκιον
Ἦχος α’.
Τὴν κοινὴν Ἀνάστασιν
πρὸ τοῦ σοῦ πάθους πιστούμενος,
ἐκ νεκρῶν ἤγειρας
τὸν Λάζαρον Χριστὲ ὁ Θεός·
ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες,
τὰ τῆς νίκης σύμβολα φέροντες,
σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν·
Ὠσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος,
ἐν ὀνόματι Κυρίου.
No comments:
Post a Comment