Κοντάκιον Ιωσήφ του Παγκάλου
Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς.
Ὁ Ἰακὼβ ὠδύρετο,
τοῦ Ἰωσὴφ τὴν στέρησιν,
καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι,
ὡς βασιλεὺς τιμώμενος·
τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας,
ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας,
καὶ νέμοντος στέφος ἄφθαρτον.
No comments:
Post a Comment