Monday, November 12, 2018

ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων Η΄


ΤΟ ΟΥΚΡΑΝΙΚΟ ΑΥΤΟΚΕΦΑΛΟ
Ἀπόκρυψη καὶ παρερμηνεία ἐγγράφων

Η΄

Του π. Θεόδωρου Ζήση
=====

Ἀκολούθως τοιγαροῦν, ὡς ἐχρῆν, καὶ ἡ μετριότης ἡμῶν γνώμῃ κοινῇ τῆς περὶ ἡμᾶς ὁμηγύρεως τῶν ἱερωτάτων ἀρχιερέων, τοῦ Ἡρακλείας, τοῦ Θεσσαλονίκης, τοῦ Κυζίκου, τοῦ Φιλαδελφείας, τοῦ Σεβαστείας, τοῦ Ποντοηρακλείας, τοῦ Προύσης, τοῦ Μιτυλήνης, τοῦ Αἴνου, τοῦ Σουγ­δαίας, τοῦ Γοτθίας, τοῦ Βιζύης, τοῦ Καλλιουπόλεως καὶ τοῦ Γαρέλλης, πέπραχεν ἐπανασωθῆναι καὶ ἐπανελθεῖν τῇ ἁγιωτάτῃ μητροπόλει Κυγέβου τὰς εἰρημένας ταύτης ἐπισκοπάς, τὴν Γάλλιτζαν, τὸ Βολοδίμη­ρον, τὸ Χόλμιν, τὸ Περεμίσθλιν, τὸ Λουτζικὸν καὶ τὸ Τούροβον, καὶ ὑποκεῖσθαι αὐτῇ, ὡς τὸ πρότερον, εἰς τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ τοὺς ἐν αὐταῖς εὑρισκομένους θεοφιλεστάτους ἐπισκόπους, μητροπολίτην καὶ πρῶτον ἑαυτῶν εἶναι τὸ Κυγέβου καὶ εὐπειθεῖν αὐτῷ, ὡς τὸ ἀπ᾽ ἀρχῆς. Ἀκυροῦμεν γὰρ καὶ τὴν ἐν τῷ πρὸ ὀλίγου καιρῷ τῆς συγχύσεως γενομένην παρὰ τοῦ πρὸ ἡμῶν πατριαρχεύσαντος συνοδικὴν ἐπὶ τῇ τῆς Γαλλίτζης πρᾶξιν καὶ λύομεν καὶ συγχωροῦμεν συνοδικῶς καὶ τὸν ἐκφωνηθέντα τῷ τότε ἐκκλησιαστικὸν δεσμὸν κατὰ τῶν μὴ πειθομένων τῷ Γαλλίτζης ἐπισκόπων καὶ τῶν ἄλλων, ὡς παραλόγως γεγονότα, διὸ δὴ καὶ ἔσονται τῇ τῆς Κυγέβου καὶ αὖθις ὑποκείμεναι αἱ ἠριθμημέναι αὗται ἁγιώτατα ἐπισκοπαί, καὶ ἡ κατάστασις αὕτη, ὡς ἀρχαία καὶ δικαία καὶ πολὺ τὸ εὔλογον ἔχουσα καὶ ἐπὶ συμφέροντι ἔθνους τοσούτου, τῆς μετ᾽ ἀλλήλων δηλονότι εἰρηνικῆς αὐτῶν ὁμονοίας ἕνεκα γεγονυῖα, τὸ ἀπαραποίητον καὶ παρὰ τῶν μεθ᾽ ἡμᾶς ἁγιωτάτων πατριαρχῶν λήψεται, καὶ ὁ νῦν τε ἱερώτατος μητροπολίτης Κυγέβου, ὑπέρτιμος καὶ ἔξαρχος πάσης ῾Ρωσίας, ἐν ἁγίῳ πνεύματι ἀγαπητὸς ἀδελφὸς τῆς ἡμῶν μετριότητος καὶ συλλειτουργός, καὶ οἱ μετ᾽ αὐτὸν τῆς αὐτῆς ἐκκλησίας ἱερώτατοι ἀρχιερεῖς διαπράξονται ἐπ᾽ αὐτοῖς ἀπροκριματίστως, ὅσα αὐτοῖς ἐφεῖται κανονικῶς. Ἐπὶ τούτῳ γὰρ καὶ ἡ παροῦσα ἡμετέρα καὶ συνοδικὴ πρᾶξις ἐγένετο καὶ ἐπεδόθη τῷ μέρει τῆς διαληφθείσης ἁγιωτάτης μητροπόλεως Κυγέβου εἰς διαιωνίζουσαν τὴν ἀσφάλειαν.
Μηνὶ σεπτεμβρίῳ ἰνδ. πρώτης[8].

Ἡ σύνοδος ἀποστέλλει ἐπιστολὴ καὶ πρὸς τὸν μητροπολίτη Γαλλικίας, μὲ τὴν ὁποία τοῦ ἀνακοινώνει ὅτι οἱ ἐπισκοπὲς τῆς Μικρᾶς Ρωσίας (Οὐκρανίας) ἐπανέρ­χονται στὴν μητρόπολη Κιέβου καὶ πάσης Ρωσίας, ὅπου ἦσαν καὶ προηγουμένως, καὶ ἑπομένως καταργεῖται ἡ μητρόπολή του. Τὸν προσκαλεῖ ἐπίσης νὰ μεταβεῖ στὴν Κωνσταντινούπολη, γιὰ νὰ ἐξετασθοῦν συνοδικὰ οἱ ἐναντίον του κατηγορίες. Παραθέτουμε τὸ λακωνικὸ κείμενο:
Κλῆσις τοῦ μητροπολίτου Γαλίτσης εἰς Κωνσταντινούπολιν πρὸς κρίσιν ὑπὸ τοῦ πατριάρχου Ἰσιδώρου 1347.
Ἱερώτατε μητροπολῖτα Γαλλίτζης καὶ ὑπέρτιμε, ἀγαπητὲ κατὰ Κύριον ἀδελφὲ τῆς ἡμῶν μετριότητος καὶ συλλειτουργέ. Χάρις εἴη καὶ εἰρήνη παρὰ Θεοῦ τῇ σῇ ἱερότητι. Ἀπὸ τοῦ ἀπολυθέντος ἀρτίως σεπτοῦ χρυσοβούλλου τοῦ κρατίστου καὶ ἁγίου μου αὐτοκράτορος καὶ ἀπὸ τῆς ἡμετέρας καὶ συνοδικῆς πράξεως γνωρίσειν μέλλει καὶ ἡ ἱερότης σου, ὅσον ἐγένετο καὶ ἀποκατέστη καὶ περὶ τῶν ἐπισκοπῶν τῆς Μικρᾶς ῾Ρωσίας, ταχθέντος ὑποκεῖσθαι πάλιν αὐτὰς ὡς τὸ πρότερον τῇ ἁγιω­τάτῃ μητροπόλει Κυγέβου, περὶ δὲ τῆς ἱερότητός σου ἴσθι, ὡς ἐλαλή­θησαν, ὅσα δῆτα καὶ ἐλαλήθησαν αἰτιάματα, συνοδικῆς ἐξετάσεως δεόμενα, καὶ παρεγγυώμεθα, ὡς ἂν ἐπιστῇς καὶ καταλάβῃς εἰς τὴν καθ᾽ ἡμᾶς ἱερὰν καὶ θείαν σύνοδον, ὡς ἂν συνοδικῶς ἐξετασθέντων τῶν τοιούτων αἰτιαμάτων γένηται καὶ ἀποκα(τα)στῇ, ὅσον ἂν διαγνωσθῇ κανονικῶς δίκαιον. Ἐλθὲ οὗν ἀπαραιτήτως, μηδὲν ὑπερθέμενος. Ἡ χάρις τοῦ Θεοῦ εἴη μετὰ τῆς σῆς ἱερότητος.
Μηνὶ σεπτεμβρίῳ ἰνδ. α´[9].

(Συνεχίζεται)

No comments:

Post a Comment