ΟΜΟΦΥΛΟΦΙΛΙΚΗ ΣΥΓΧΥΣΗ
Ε΄
Του Ορθόδοξου περιοδικού “Ο Σωτήρ”
=====
Γιὰ ὅποιον δὲ διατηρεῖ καὶ τὴν παραμικρὴ ἀμφιβολία στὸ θέμα τῶν Σοδόμων, ἀρκεῖ ἡ μελέτη τῆς Δ΄ ὁμιλίας τοῦ Ἱεροῦ Χρυσοστόμου στὴν πρὸς Ρωμαίους ἐπιστολὴ γιὰ νὰ καταλάβει τὴν ἀλήθεια. Ἡ ὁμιλία αὐτὴ ἀποτελεῖ πραγματικὸ καταπέλτη γιὰ ὁποιαδήποτε διαφορετικὴ ἀντίληψη. Ὄχι μόνο γιὰ τὰ Σόδομα ἀλλὰ καὶ γενικότερα γιὰ τὸ ὅλο πρόβλημα τῆς ὁμοφυλοφιλίας.
Ὁ ἱερὸς πατήρ, αἰώνιος ἀπλανὴς διδάσκαλος τῆς οἰκουμένης, ἔλεγε: «Τοιοῦτος γοῦν ἐστιν ὁ Σοδόμων ἐμπρησμὸς καὶ ἡ πυρπόλησις ἐκείνη· καὶ ἴσασιν οἱ παραγενόμενοι, καὶ τῇ θέᾳ τὴν πληγὴν ἐκείνην τὴν θεήλατον καὶ τῶν ἄνωθεν κεραυνῶν τὸ ἔργον ἰδόντες. Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι. Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ. Καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ ἐπιθυμία. Διὸ καὶ ἀπεναντίας ἦν ὁ ὑετὸς τῷ συνήθει· οὐ γὰρ μόνον οὐ διήγειρε τὴν γαστέρα τῆς γῆς πρὸς τὴν τῶν καρπῶν γένεσιν, ἀλλὰ καὶ πρὸς τὴν ὑποδοχὴν αὐτὴν τῶν σπερμάτων ἄχρηστον ἐποίει. Τοιαύτη γὰρ ἦν ἡ μίξις τῶν ἀνδρῶν τῆς γῆς Σοδόμων, τὸ τοιοῦτον σῶμα ἀχρηστότερον ἀποφαίνουσα. Τί γὰρ ἀνδρὸς πεπορνευμένου μυσαρώτερον; τί δὲ ἐναγέστερον; Ὢ τῆς μανίας, ὢ τῆς παραπληξίας, πόθεν εἰσεκώμασεν ἡ ἐπιθυμία αὕτη»! (P.G. 60.420).
(Συνεχίζεται)
No comments:
Post a Comment