Sunday, July 12, 2015

ΟΣΙΟΣ ΠΑΙΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ



ΟΣΙΟΣ ΠΑΙΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ
====

Στιχηρό Προσόμοιo. Ἦχος πλ. α ́ . Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τῆς ἀγάπης πυρσός, 
ὁ δαδουχήσας ἐπ’ ἐσχάτων ἀγῶσι σου, 
τιμίοις τῶν μονοτρόπων, 
τοὺς ἐν τῷ Ἄθῳ χορούς, 
ασκητῶν λαμπρότης καὶ ὑπόδειγμα· 
Χριστοῦ γὰρ δεόμενος, 
ἀσθενοῦντος μετήνεγκας, 
τὰς ἀλγηδόνας, εἰς σαυτὸν καὶ τὸ νόσημα, 
τὸ κατώδυνον ἄχρι τέλους ἐβάστασας, 
τούτου σεπτὲ Παΐσιε, ὡς ὄλβον πολύτιμον, 
ἀγαλλιώμενος ὅτι, τὸν σὸν πλησίον ἐκούφισας, 
καὶ ᾖρας τὸ ἄλγος τὸ αὐτοῦ, 
ὡς ἁμαρτίας ἡμῶν ὁ Κύριος.

ΠΗΓΗ:

Χριστιανική Βιβλιογραφία/Χαράλαμπου Μπούσια, Ακολουθία Αγίου Παισίου Αγιορείτου.

No comments:

Post a Comment